Η καταδικη του Νεου Ημερολογιου απο την Πανορθοδοξη Συνοδο του 1583

Η ΚΑΤΑΔΙΚΗ ΤΟΥ ΝΕΟΥ ΗΜΕΡΟΛΟΓΙΟΥ ΑΠΟ ΤΗΝ ΠΑΝΟΡΘΟΔΟΞΗ ΣΥΝΟΔΟ ΤΟΥ 1583

.....Ὅποιος δέν ἀκολουθεῖ τά ἔθιμα τῆς Ἐκκλησίας, καθώς αἱ ἑπτά Ἅγιαι Οἰκουμενικαι Σύνοδοι ἐθεσπισαν καί τό ῞Αγιον Πάσχα καί τό Μηνολόγιον καλῶς ἐνομοθέτησαν νά ἀκολουθῶμεν καί θέλει νά ἀκολουθῆ τό νεοεφεύρετον Πασχάλιον καί Μηνολόγιον τῶν ἀθέων ἀστρονόμων τοῦ Πάπα, καί ἐναντιώνεται εἰς αὐτά ὅλα, καί θέλει νά ἀνατρέψῃ καί νά χαλάσῃ τά πατροπαράδοτα δόγματα καί ἔθιμα τῆς Ἐκκλησίας, ἄς ἔχει τό ἀνάθεμα καί ἔξω τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, καί τῆς τῶν πιστῶν ὁμηγύρεως ἄς εἶναι.....

῎Ετους ἀπό Θεανθρώπου αφπγ (1583) Ἰνδικτιῶνος ΙΒ΄ Νοεμβρίου Κ΄.

Ὁ Κωνσταντινουπόλεως ΙΕΡΕΜΙΑΣ
Ὁ Ἱεροσολύμων ΣΩΦΡΟΝΙΟΣ
Ὁ Ἀλεξανδρείας ΣΙΛΒΕΣΤΡΟΣ
Καί οἱ λοιποί Ἀρχιερεῖς τῆς Συνόδου παρόντες».

Τρίτη, 5 Ιανουαρίου 2010

ΠΟΙΟΙ ΚΑΜΝΟΥΝ ΣΧΙΣΜΑ

ΠΟΙΟΙ ΚΑΜΝΟΥΝ ΣΧΙΣΜΑ
ΚΑΙ ΠΟΙΟΙ ΠΑΡΑΜΕΝΟΥΝ ΣΤΗΝ ΕΚΚΛΗΣΙΑ,
ΚΑΤΑ ΤΟΝ ΑΓΙΟ ΘΕΟΔΩΡΟ ΤΟΝ ΣΤΟΥΔΙΤΗ


Ὁ Ἅγιος Θεόδωρος ὁ Στουδίτης γράφει πρός Βασίλειον Μοναχόν:
«Οὐκ ἐσμέν ἀποσχισταί, ὦ θαυμάσιε, τῆς τοῦ Θεοῦ Ἐκκλησίας΄ μήποτε τοῦτο πάθοιμεν΄ ἀλλ’ εἰ καί ἄλλως ἐν πολλοῖς ἁμαρτήμασιν τυγχάνομεν. Ὅμως ὁμόσωμοι αὐτῆς καί τρόφιμοι μετά τῶν θείων δογμάτων΄ καί τούς κανόνας αὐτῆς καί διατυπώσεις γλιχόμεθα φυλάττεσθαι. Τό δέ ταράττειν καί ἀποσχίζειν ἀπ’ αὐτῆς, τῆς μηδεμίαν ἐχούσης ἀληθῶς κηλῖδα ἤ ρυτίδα κατά τε τόν τῆς πίστεως λόγον καί τόν τῶν κανόνων ὅρον, ἀπ’ ἀρχῆς αἰῶνος καί μέχρι τοῦ δεῦρο, ἐκείνων ἐστίν, ὧν ἡ πίστις τό ἐνδιάστροφον ἔχει, καί ὁ βίος τό ἀκανόνιστον καί ἄθεσμον΄ ὧν εἷς ἐστίν καί ὁ ‘Ιωσήφ ὁ τόν μοιχόν σταφανώσας΄ οἵ τε τούτῳ ὡς ἀμέμπτῳ ἀνεχόμενοι συλλειτουργεῖν, καίμήν καί οἱ συνιστῶντες αὐτόν ὡς ἀθώως ἱερουργοῦντα» (Ἅγιος Θεόδωρος ὁ Στουδίτης, PG, 99, 997 C, Πρός Βασίλειο Μοναχό).
Ἐπίσης γράφει πρός τόν Νικηφόρον Πατριάρχην:
«Οὐκ ἐσμέν ἀποσχισταί, ὦ ἁγία κεφαλή, τῆς τοῦ Θεοῦ ‘Εκκλησίας΄ μήποτε τοῦτο πάθοιμεν. ‘Αλλ’ εἰ καί ἄλλως ἐν πολλοῖς ἁμαρτήμασιν ὑπάρχομεν, πλήν ὀρθόδοξοι καί τῆς Καθολικῆς ‘Εκκλησίας τρόφιμοι, πᾶσαν αἵρεσιν ἀποβαλλόμενοι, καί πᾶσαν καθολικήν καί τοπικήν σύνοδον ἐγκεκριμένην ἀποδεχόμενοι΄ οὐ μήν ἀλλά καί τάς παρ’ αὐτῶν ἐκφωνηθείσας κανονικάς διατυπώσεις. Μηδέ γάρ τέλειον εἶναι ὀρθόδοξον, ἀλλ’ ἐξ ἡμισείας, τόν τήν πίστιν ὀρθήν οἰόμενον ἔχειν, τοῖς δέ θείοις κανόσιν μή ἀπευθυνόμενον». (Ἁγίου Θεοδώρου Στουδίτου, PG 99, 989 A, Πρός Νικηφόρον Πατριάρχην).
Ἐπίσης γράφει:
«Τό γάρ μή ἔχειν σπίλον ἤ ρυτίδα (ἡ ἐκκλησία), ἵνα καί πάλιν εἴπωμεν οὕτω νοείτω΄ τό μή προσιεμένην τά τε ἀσεβῆ δόγματα καί τά ἀκανόνιστα ἐγχειρήματα. Οὐ μήν ἀλλά καί τά ἐν τοῖς αὐτουργοῦσι τά ἀπηγορευμένα συμφονήματα, ὡς που φησίν, ὀ θεῖος Βασίλειος΄ πρός ἅ Παῦλος ὁ μέγας, οὐδέ συνεστιᾶσθαι τοῖς τοιούτοις παραχωρεῖ/’Επεί ἀπό τῶν ἀποστόλων καί κατόπιν, πολλαχῶς πολλαί αἱρέσεις προσερράγησαν αὐτῆ΄ (πολλές αἱρέσεις ἐκτύπησαν τήν Ἐκκλησία) καί ρυπάσματα ἄθεσμα καί ἀκανόνιστα ἐπεπόλεσαν (ἐμφανίστηκαν, ἐπεκράτησαν προσωρινά) ὥσπερ καί τό νῦν΄ ἀλλά μήν αὐτῆ τῶ προειρημένῳ τρόπῳ ἄσχιστος καί ἀμώμητος διαμεμένηκε, καί διαμενεῖ ἕως τοῦ αἰῶνος, ὑπεξαιρομένων καί ἀποπεπμπομένων ἀπ’ αὐτῆςτῶν κακῶς φρονησάντων ἤ πραξάντων΄ ὥσπερ ἐξ’ ἀσείστου καί παραλίου πέτρας τά προσρήσοντα κύματα». ( Ἁγίου Θεοδώρου τοῦ Στουδίτου, PG 99, 1001).
Συμπερασματικῶς καί συμβουλευτικῶς γράφει:
«Διό ὑπομιμνήσκω ὡς ἐλάχιστος ἀδελφός καί τέκνον, μή σιγήσωμεν, ἵνα μή κραυγή Σοδόμων γενώμεθα΄ μή φεισώμεθα τῶν κάτω, ἵνα μή ἀπολέσωμεν τά ἄνω΄ μή θῶμεν σκάνδαλον τῆ Ἐκκλησία τοῦ Χριστοῦ, ἥτις ἐστίν καί ἐν τρισίν ὀρθοδόξοις ὁριζομένη κατά τούς ἁγίους΄ ἵνα μή τῆ ἀποφάσει τοῦ Κυρίου καταδικασθῶμεν». (Ἁγίου Θεοδώρου τοῦ Στουδίτου PG 99, 1049 B).


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Παρακαλω αφήστε το σχόλιο σας εδω