Η καταδικη του Νεου Ημερολογιου απο την Πανορθοδοξη Συνοδο του 1583

Η ΚΑΤΑΔΙΚΗ ΤΟΥ ΝΕΟΥ ΗΜΕΡΟΛΟΓΙΟΥ ΑΠΟ ΤΗΝ ΠΑΝΟΡΘΟΔΟΞΗ ΣΥΝΟΔΟ ΤΟΥ 1583

.....Ὅποιος δέν ἀκολουθεῖ τά ἔθιμα τῆς Ἐκκλησίας, καθώς αἱ ἑπτά Ἅγιαι Οἰκουμενικαι Σύνοδοι ἐθεσπισαν καί τό ῞Αγιον Πάσχα καί τό Μηνολόγιον καλῶς ἐνομοθέτησαν νά ἀκολουθῶμεν καί θέλει νά ἀκολουθῆ τό νεοεφεύρετον Πασχάλιον καί Μηνολόγιον τῶν ἀθέων ἀστρονόμων τοῦ Πάπα, καί ἐναντιώνεται εἰς αὐτά ὅλα, καί θέλει νά ἀνατρέψῃ καί νά χαλάσῃ τά πατροπαράδοτα δόγματα καί ἔθιμα τῆς Ἐκκλησίας, ἄς ἔχει τό ἀνάθεμα καί ἔξω τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, καί τῆς τῶν πιστῶν ὁμηγύρεως ἄς εἶναι.....

῎Ετους ἀπό Θεανθρώπου αφπγ (1583) Ἰνδικτιῶνος ΙΒ΄ Νοεμβρίου Κ΄.

Ὁ Κωνσταντινουπόλεως ΙΕΡΕΜΙΑΣ
Ὁ Ἱεροσολύμων ΣΩΦΡΟΝΙΟΣ
Ὁ Ἀλεξανδρείας ΣΙΛΒΕΣΤΡΟΣ
Καί οἱ λοιποί Ἀρχιερεῖς τῆς Συνόδου παρόντες».

Τρίτη, 19 Ιανουαρίου 2010

Τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ



Ἀπολυτίκιον. Ἦχος α΄.
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

Ἡ Ὑπακοή. Ἦχος β’.
Ὅτε τῇ ἐπιφανείᾳ σου ἐφώτισας τὰ σύμπαντα, τότε ἡ ἀλμυρὰ τῆς ἀπιστίας θάλασσα ἔφυγε, καὶ Ἰορδάνης κάτω ῥέων ἐστράφη, πρὸς οὐρανὸν ἀνυψῶν ἡμᾶς. Ἀλλὰ τῷ ὕψει τῶν θείων ἐντολῶν σου, συντήρησον Χριστὲ ὁ Θεός, πρεσβείες τῆς Θεοτόκου, καὶ σῶσον ἡμᾶς.

Κοντάκιον. Ἦχος δ’. Αὐτόμελον.
Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ' ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντάς σε. Ἦλθες ἐφάνης τὸ φῶς τὸ ἀπρόσιτον.

Μεγαλυνάριον.
Ἄφεσιν πηγάζων τοῖς ἐξ Ἀδάμ, ὁ τῆς ἀφθαρσίας, ἀνεξάντλητος ποταμὸς, ἐν τῷ Ἰορδάνῃ, βαπτίζεται θελήσει· ἀντλήσωμεν οὖν πάντες, ὕδωρ σωτήριον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Παρακαλω αφήστε το σχόλιο σας εδω