Η καταδικη του Νεου Ημερολογιου απο την Πανορθοδοξη Συνοδο του 1583

Η ΚΑΤΑΔΙΚΗ ΤΟΥ ΝΕΟΥ ΗΜΕΡΟΛΟΓΙΟΥ ΑΠΟ ΤΗΝ ΠΑΝΟΡΘΟΔΟΞΗ ΣΥΝΟΔΟ ΤΟΥ 1583

.....Ὅποιος δέν ἀκολουθεῖ τά ἔθιμα τῆς Ἐκκλησίας, καθώς αἱ ἑπτά Ἅγιαι Οἰκουμενικαι Σύνοδοι ἐθεσπισαν καί τό ῞Αγιον Πάσχα καί τό Μηνολόγιον καλῶς ἐνομοθέτησαν νά ἀκολουθῶμεν καί θέλει νά ἀκολουθῆ τό νεοεφεύρετον Πασχάλιον καί Μηνολόγιον τῶν ἀθέων ἀστρονόμων τοῦ Πάπα, καί ἐναντιώνεται εἰς αὐτά ὅλα, καί θέλει νά ἀνατρέψῃ καί νά χαλάσῃ τά πατροπαράδοτα δόγματα καί ἔθιμα τῆς Ἐκκλησίας, ἄς ἔχει τό ἀνάθεμα καί ἔξω τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, καί τῆς τῶν πιστῶν ὁμηγύρεως ἄς εἶναι.....

῎Ετους ἀπό Θεανθρώπου αφπγ (1583) Ἰνδικτιῶνος ΙΒ΄ Νοεμβρίου Κ΄.

Ὁ Κωνσταντινουπόλεως ΙΕΡΕΜΙΑΣ
Ὁ Ἱεροσολύμων ΣΩΦΡΟΝΙΟΣ
Ὁ Ἀλεξανδρείας ΣΙΛΒΕΣΤΡΟΣ
Καί οἱ λοιποί Ἀρχιερεῖς τῆς Συνόδου παρόντες».

Κυριακή, 6 Φεβρουαρίου 2011

ΚΥΡΙΑΚΗ ΙΕ' ΛΟΥΚΑ (Ζακχαίου)

1. Τῷ καιρῷ ἐκείνω διήρχετο ὁ ᾿Ιησοῦς τὴν ῾Ιεριχώ· 2 καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος, 3 καὶ ἐζήτει ἰδεῖν τὸν ᾿Ιησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.4 καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλε διέρχεσθαι. 5 καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ ᾿Ιησοῦς εἶδεν αὐτὸν καὶ εἶπε πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. 6 καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. 7 καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι. 8 σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον· ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. 9 εἶπε δὲ πρὸς αὐτὸν ὁ ᾿Ιησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς ᾿Αβραάμ ἐστιν. 10 ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Παρακαλω αφήστε το σχόλιο σας εδω