Η καταδικη του Νεου Ημερολογιου απο την Πανορθοδοξη Συνοδο του 1583

Η ΚΑΤΑΔΙΚΗ ΤΟΥ ΝΕΟΥ ΗΜΕΡΟΛΟΓΙΟΥ ΑΠΟ ΤΗΝ ΠΑΝΟΡΘΟΔΟΞΗ ΣΥΝΟΔΟ ΤΟΥ 1583

.....Ὅποιος δέν ἀκολουθεῖ τά ἔθιμα τῆς Ἐκκλησίας, καθώς αἱ ἑπτά Ἅγιαι Οἰκουμενικαι Σύνοδοι ἐθεσπισαν καί τό ῞Αγιον Πάσχα καί τό Μηνολόγιον καλῶς ἐνομοθέτησαν νά ἀκολουθῶμεν καί θέλει νά ἀκολουθῆ τό νεοεφεύρετον Πασχάλιον καί Μηνολόγιον τῶν ἀθέων ἀστρονόμων τοῦ Πάπα, καί ἐναντιώνεται εἰς αὐτά ὅλα, καί θέλει νά ἀνατρέψῃ καί νά χαλάσῃ τά πατροπαράδοτα δόγματα καί ἔθιμα τῆς Ἐκκλησίας, ἄς ἔχει τό ἀνάθεμα καί ἔξω τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, καί τῆς τῶν πιστῶν ὁμηγύρεως ἄς εἶναι.....

῎Ετους ἀπό Θεανθρώπου αφπγ (1583) Ἰνδικτιῶνος ΙΒ΄ Νοεμβρίου Κ΄.

Ὁ Κωνσταντινουπόλεως ΙΕΡΕΜΙΑΣ
Ὁ Ἱεροσολύμων ΣΩΦΡΟΝΙΟΣ
Ὁ Ἀλεξανδρείας ΣΙΛΒΕΣΤΡΟΣ
Καί οἱ λοιποί Ἀρχιερεῖς τῆς Συνόδου παρόντες».

Τετάρτη, 15 Απριλίου 2015

Ο ΤΗΝ ΑΛΗΘΕΙΑΝ ΣΙΓΩΝ ΚΡΥΠΤΕΙ ΧΡΙΣΤΟΝ ΕΝ ΤΑΦΩ



Ὁσίου Μελετίου Ὁμολογητοῦ τοῦ Γαλησιώτου (ΙΓ΄αἰ)*
«Καί γάρ τήν συγκατάθεσιν ἡ σιωπή σημαίνει»

Εἰ δέ τις γνῶσιν ἐσχηκώς, καί τά τῆς ἀληθείας,
Καλῶς ἐξεπιστάμενος, τρόποις τισί καλύπτει,
Καί μή κηρύττῃ φανερῶς, καί παρρησίᾳ λέγῃ,
Μηδέ τῶν θείων καί σεπτῶν ἀντέχεται Κανόνων,
Τῶν νόμων τε προῒσταται τῶν παρά τῶν Πατέρων,
Οὐχ ἥττονα τήν κόλασιν δικαίως ὑποστῆναι.

Ὁ τήν ἀλήθειαν σιγῶν, κρύπτει Χριστόν ἐν τάφῳ,
Ὡς προειρήκει τις Πατήρ, καί πάλιν ἄλλος λέγει·

Τό τήν εὐσέβειαν σιγᾶν κίνδυνος ὄντως μέγας,
Καί κόλασις αἰώνιος, καί βόθρος ἀπωλείας.

Οὐ δίκαιον, οὐ θεμιτόν, οὐ πρέπον εὐσεβέσιν,
Ὅλως σιγᾶν ἔνθα Θεοῦ, τούς νόμους ἀθετοῦσιν,
Οἱ τήν ἀπάτην σπεύδοντες συστῆσαι καί τήν πλάνην.

ΟΠΟΥ δέ πέφυκε Θεός, φησί τις τῶν μεγάλων,
Πρός Ὅν ὁ κίνδυνος ὁρᾷ, καί τά τῆς βλάβης βλέπει,
Καί τά τῆς λύμης ἄντικρυς εἰς Τοῦτον ἀνατρέχει,
Τίς εὐσεβής σιγήσειε; τίς ὅλως ἠρεμήσοι;
Καί γάρ τήν συγκατάθεσιν ἡ σιωπή σημαίνει.

ΚΑΙ τοῦτο δείκνυσι σαφῶς ὁ Πρόδρομος Κυρίου,
Καί Μακκαβαῖοι σύν αὐτῷ, μικρᾶς νομοθεσίας,
Προκινδυνεύοντες στερρῶς μέχρις αὐτοῦ θανάτου,
Μηδέ καί τό βραχύτατον τοῦ νόμου προδιδόντες.

ΕΠΑΙΝΕΤΟΣ καί πόλεμος γνωρίζεται πολλάκις,
Καί μάχη κρείττων δείκνυται ψυχοβλαβοῦς εἰρήνης·
Βέλτιον γάρ ἀνθίστασθαι τοῖς οὐ καλῶς φρονοῦσιν,
Ἤ τούτοις ἐπακολουθεῖν κακῶς ὁμονοοῦντας,
Χωριζομένους τοῦ Θεοῦ καί τούτοις ἑνουμένους.

(*) Παρά Ἁγίῳ Νικοδήμῳ, Περί τῆς συνεχοῦς μεταλήψεως..., σελ. 106-107, ἔκδοσις ε΄, «Σ. Σχοινᾶ», ἐν Βόλῳ 1971.
Σημείωση: Ὁ ὅσιος Λάζαρος ὁ Γαλισιώτης ἑορτάζει τήν 7η Νοεμβρίου

ΠΗΓΗ

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Παρακαλω αφήστε το σχόλιο σας εδω